Παρασκευή, 19 Μαΐου 2017

ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΘΕΑΣ ΑΦΡΟΔΙΤΗΣ








Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη, ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή, νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ Ἀνάγκης πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶις δὲ τὰ πάντα, ὅσσα τ' ἐν οὐρανῷ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ ἐν πόντου τε βυθῷ τε, σεμνὴ Βάκχοιο πάρεδρε, τερπομένη θαλίαισι, γαμοστόλε μῆτερ Ἐρώτων, Πειθοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι, φαινομένη, τ' ἀφανής, ἐρατοπλόκαμ', εὐπατέρεια, νυμφιδία σύνδαιτι θεῶν, σκηπτοῦχε, λύκαινα, γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι, ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων· ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ' ἐν' Ὀλύμπῳ ἐσσί, θεὰ βασίλεια, καλῶι γήθουσα προσώπῳ, εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις, εἴτε σύ γ' ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά, ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα ἐρχομένη χαίρεις κητῶν κυκλίαισι χορείαις, ἢ νύμφαις τέρπῃ κυανώπισιν ἐν χθονὶ Δίῃ θῖνας ἐπ' αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφῳ· εἴτ' ἐν Κύπρωι, ἄνασσα, τροφῶι σέο, ἔνθα καλαί τε παρθένοι ἄδμηται νύμφαι τ' ἀνὰ πάντ' ἐνιαυτὸν ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν. ἐλθέ, μάκαιρα θεά μάλ' ἐπήρατον εἶδος ἔχουσα· ψυχῇ γάρ σε καλῶ σεμνῇ ἁγνοῖσι λόγοισιν.