Κυριακή, 14 Μαΐου 2017

ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΔΑΙΜΟΝΟΣ

Δαίμονα κικλήσκω μεγάλαν ηγήτορα φρικτόν, 
μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητών, 
Ζήνα μέγαν, πολύπλαγκτον, αλάστορα, παμβασιλήα, 
πλουτοδότην, οπόταν γε βρυάζων οίκον εσέλθηι, 
έμπαλι δέ τρύχοντα βίον θνητών πολυμόχθων: 
εν σοί γάρ λύπης τε χαράς κληίδες οχούνται. 
τοιγάρ τοι, μάκαρ, αγνέ

πολύστονα κήδε' ελάσσας, 
όσσα βιοφθορίην πέμπει κατά γαίαν άπασαν, 
ένδοξον βιοτής γλυκερόν τέλος εσθλόν οπάζοις.